Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.327 Joseph. AJ 16.333 (English) >>Joseph. AJ 16.338

16.331 δὲ πρὸς ταῦτα μὲν ἀνεβόησεν, ὡς συνειδείη μὲν οὐδὲν ἄτοπον, εἰ δὲ φέροι πρὸς τὴν σωτηρίαν τὴν ἐκείνου τὸ καὶ καθʼ αὑτῆς τι ψεύσασθαι, πάνθʼ ὁμολογεῖν. δὲ Ἀλέξανδροςἀσεβὲς μὲν οὐδέν, εἶπεν, οὐδʼ ὧν ὑπονοοῦσιν οὓς ἥκιστα ἐχρῆν οὔτʼ αὐτὸς ἐνόησα σύ τε οὐδὲν οἶσθα, ἀλλʼ ὅτι 16.332παρʼ Ἀρχέλαον ἀποχωρεῖν ἐγνώκειμεν κἀκεῖθεν εἰς Ῥώμην.” ταῦτʼ ἐκείνης ὁμολογούσης μὲν Ἡρώδης Ἀρχέλαον ἐξεληλέγχθαι τῆς πρὸς αὐτὸν δυσνοίας ὑπολαβὼν δίδωσιν Ὀλύμπῳ καὶ Οὐολομνίῳ γράμματα κελεύσας ἐν παράπλῳ μὲν Ἐλαιούσῃ τῆς Κιλικίας προσσχόντας Ἀρχελάῳ τε περὶ τούτων ἀποδοῦναι καὶ μεμψαμένους ὅτι τῆς ἐπιβουλῆς ἐφάψαιτο τοῖς παισὶν ἐκεῖθεν εἰς Ῥώμην πλεῖν. 16.333κἂν εὕρωσιν ἀνύσαντά τι Νικόλαον, ὡς μηκέτʼ αὐτῷ δυσχεραίνειν Καίσαρα, διδόναι τὰς ἐπιστολὰς καὶ τοὺς ἐλέγχους τοὺς κατὰ τῶν νεανίσκων συνεσκευασμένως ἐπέστειλεν. 16.334Ἀρχέλαος μὲν οὖν ἀπελογεῖτο δέξασθαι μὲν τοὺς νεανίσκους ὁμολογήσας διὰ τὸ συμφέρειν αὐτοῖς τε ἐκείνοις καὶ τῷ πατρὶ μὴ χαλεπώτερόν τι προστεθῆναι κατʼ ὀργὴν ὧν ὑπόπτως ἔχοντες ἐστασίαζον· οὐ μὴν καὶ πρὸς Καίσαρα πέμψειν οὐδʼ ἄλλο τι κατὰ δύσνοιαν τὴν πρὸς ἐκεῖνον ὁμολογῆσαι τοῖς νεανίσκοις. 16.335

Εἰς δὲ τὴν Ῥώμην ἀποκομισθέντες ἔσχον καιρὸν ἐπιδοῦναι τὰ γράμματα τῷ Καίσαρα διηλλαγμένον εὑρεῖν Ἡρώδῃ· τὰ γὰρ περὶ τὴν Νικολάου πρεσβείαν ἀπέβη τοῦτον τὸν τρόπον·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.327 Joseph. AJ 16.333 (English) >>Joseph. AJ 16.338

Powered by PhiloLogic